Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀλλ᾽ οὐ μὲν δὴ
λήξω θρήνων στυγερῶν τε γόων,
105ἔστ᾽ ἂν παμφεγγεῖς ἄστρων
ῥιπάς, λεύσσω δὲ τόδ᾽ ἦμαρ,
μὴ οὐ τεκνολέτειρ᾽ ὥς τις ἀηδὼν
ἐπὶ κωκυτῷ τῶνδε πατρῴων
πρὸ θυρῶν ἠχὼ πᾶσι προφωνεῖν.
110ὦ δῶμ᾽ Ἀΐδου καὶ Περσεφόνης,
ὦ χθόνι᾽ Ἑρμῆ καὶ πότνι᾽ Ἀρὰ
σεμναί τε θεῶν παῖδες Ἐρινύες,
αἳ τοὺς ἀδίκως θνῄσκοντας ὁρᾶθ᾽,
αἳ τοὺς εὐνὰς ὑποκλεπτομένους,
115ἔλθετ᾽, ἀρήξατε, τίσασθε πατρὸς
φόνον ἡμετέρου,
καί μοι τὸν ἐμὸν πέμψατ᾽ ἀδελφόν:
μούνη γὰρ ἄγειν οὐκέτι σωκῶ
120λύπης ἀντίρροπον ἄχθος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.