previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Πραγμάτων γὰρ ἦν ἀωρία πολλὴ καὶ τῶν εἰωθότων οὐδὲν ἔμεινεν, ὧνπέρ μοι ὀλίγων ἐπιμνησθέντι σιωπῇ δοτέον τὰ λοιπὰ ξύμπαντα, ὡς μὴ λόγος ἀπέραντος [p. 90] εἴη. [2] πρῶτα μὲν γὰρ οὐδὲν ἐς βασιλικὸν ἀξίωμα ἐπιτηδείως ἔχον οὔτε αὐτὸς εἶχεν οὔτε ξυμφυλάσσειν ἠξίου, ἀλλὰ τήν τε γλῶτταν καὶ τὸ σχῆμα καὶ τὴν [3] διάνοιαν ἐβαρβάριζεν. ὅσα τε γράφεσθαι πρὸς αὐτοῦ βούλοιτο, οὐ τῷ τὴν κοιαίστωρος ἔχοντι τιμὴν, ᾗπερ εἰώθει, ἐπέστελλε διοικεῖσθαι, ἀλλ̓ αὐτός τε τὰ πλεῖστα, καίπερ οὕτω τῆς γλώττης ἔχων, ἐκφέρειν ἠξίου καὶ τῶν παρατυχόντων πολὺς ὅμιλος, ὥστε τοὺς ἐνθένδε ἠδικημένους οὐκ ἔχειν ὅτῳ ἐπικαλοῖεν. [4] τοῖς δὲ ἀσηκρῆτις καλουμένοις οὐκ ἀπεκέκριτο τὸ ἀξίωμα ἐς τὸ τὰ βασιλέως ἀπόρρητα γράφειν, ἐφ̓ ᾧπερ τὸ ἀνέκαθεν ἐτετάχατο, ἀλλὰ τά τε ἄλλα ἔγραφεν αὐτὸς ὡς εἰπεῖν ἅπαντα καὶ εἴ που διατάσσειν τοὺς διαιτῶντας ἐν πόλει δεήσειεν, ὅπη ποτὲ αὐτοῖς τὰ ἐς τὴν γνῶσιν ἰτέον εἴη. [5] οὐ γὰρ εἴα τινὰ ἔν γε τῇ Ῥωμαίων ἀρχῇ γνώμῃ αὐτονόμῳ τὰς ψήφους διδόναι, ἀλλὰ αὐθαδιζόμενος ἀλογίστῳ τινὶ παρρησίᾳ κρίσεις τε αὐτὸς τὰς ἐσομένας ἐρρύθμιζεν ἀκοῆς λόγον πρός του τῶν διαφερομένων λαβὼν καὶ ἀνάδικα εὐθὺς ἀβασανίστως τὰ δεδικασμένα ἐποίει οὐ νόμῳ τινὶ δικαίῳ ἠγμένος, [6] ἀλλ̓ ἀπαρακαλύπτως αἰσχροκερδείᾳ ἡσσώμενος. δωροδοκῶν [p. 91] γὰρ βασιλεὺς οὐκ ᾐσχύνετο, πᾶσαν αὐτοῦ τὴν αἰδῶ τῆς ἀπληστίας ἀφελομένης. [7] Πολλάκις δὲ τά τε τῇ συγκλήτῳ βουλῇ καὶ τῷ αὐτοκράτορι δεδοκιμασμένα ἐς ἑτέραν τινὰ ἐτελεύτησε κρίσιν. [8] μὲν γὰρ βουλὴ ὥσπερ ἐν εἰκόνι ἐκάθητο, οὔτε τῆς ψήφου οὔτε τοῦ καλοῦ κυρία οὖσα, σχήματος δὲ μόνου καὶ νόμου ξυνειλεγμένη παλαιοῦ εἵνεκα, ἐπεὶ οὐδὲ φωνὴν ἀφεῖναί τινα ὁτῳοῦν τῶν ἐνταῦθα ξυνειλεγμένων τὸ παράπαν ἐξῆν, ἀλλ̓ τε βασιλεὺς καὶ σύνοικος ἐκ τοῦ ἐπὶ πλεῖστον διαλαγχάνειν μὲν ἀλλήλοιν τῶν διαφερομένων ἐσκήπτοντο, ἐνίκα δὲ τὰ ἐν σφίσιν αὐτοῖς ὑπὲρ τούτων ξυγκείμενα. [9] ἢν δέ τῳ δόξειεν οὐκ ἐν ἀσφαλεῖ εἶναι παρανενομηκότι νενικηκέναι, ὅδε καὶ ἄλλο τι χρυσίον τῷ βασιλεῖ τούτῳ προέμενος νόμον εὐθὺς διεπράττετο ἀπ̓ ἐναντίας ἁπάντων ἐλθόντα τῶν πρόσθεν κειμένων. [10] ἢν δὲ καί τις ἕτερος τοῦτον δὴ τὸν νόμον τὸν ἀπολωλότα ἐπιζητοίη, αὖθις αὐτὸν μετακαλεῖν τε καὶ ἀντικαθιστάναι αὐτοκράτωρ οὐδαμῆ ἀπηξίου, οὐδέν τε ἐν τῷ τῆς δυνάμεως βεβαίῳ εἱστήκει, ἀλλ̓ ἐπλανᾶτο περιφερομένη πανταχόσε τῆς δίκης ῥοπὴ ὅπη ἂν αὐτὴν βαρήσας πλείων χρυσὸς ἀνθέλκειν ἰσχύοι ἔκειτό τε ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς καὶ ταῦτα ἐκ Παλατίου καὶ προὐτίθετο οὐ δικαστικῆς μόνον, ἀλλὰ καὶ νομοθετικῆς πωλητήρια. [p. 92] [11] Τοῖς δὲ ῥεφερενδαρίοις καλουμένοις οὐκέτι ἀπέχρη ἀνενεγκεῖν εἰς τὸν βασιλέα τὰς τῶν ἱκετευόντων δεήσεις, ἐς δὲ τὰς ἀρχὰς ἀναγγεῖλαι μόνον, ᾗπερ εἰώθει, τι ἂν αὐτῷ ἀμφὶ τῷ ἱκέτῃ δοκῇ, ἀλλὰ ξυμφορήσαντες ἐκ πάντων ἀνθρώπων τὸν ἄδικον λόγον, φενακισμοῖς μὲν τὸν Ἰουστινιανὸν καὶ παραγωγαῖς τισιν ἐξηπάτων, τοῖς ταῦτα ἐπιτηδεύουσιν ὑποκείμενον φύσει. [12] ἔξω δὲ αὐτίκα γενόμενοι καὶ τῶν σφίσιν ὡμιληκότων τοὺς ἀντιδίκους καθείρξαντες χρήματα οὐδενὸς ἀμυνομένου ἀνεξελέγκτως ἐπράσσοντο ὅσα ἂν αὐτοῖς διαρκῆ εἴη. [13] καὶ στρατιῶται οἱ τὴν ἐν Παλατίῳ φρουρὰν ἔχοντες ἐν τῇ βασιλείῳ στοᾷ παρὰ τοὺς διαιτῶντας γενόμενοι βιαίᾳ χειρὶ τὰς δίκας ἐσῆγον. [14] πάντες τε ὡς εἰπεῖν τὴν αὑτῶν ἐκλιπόντες τάξιν ὁδοὺς τότε κατ̓ ἐξουσίαν ἐβάδιζον ἀπόρους τε καὶ ἀστιβήτους σφίσι τὰ πρότερα οὔσας, καὶ τὰ πράγματα πλημμελῶς πάντα ἐφέρετο, οὐδὲ ὀνόματός τινος ἰδίου μεταλαχόντα, ἐῴκει τε πολιτεία βασιλίδι παιζόντων παιδίων. [15] ἀλλὰ τὰ μὲν ἄλλα μοι παριτέον, ὥσπερ τοῦδε ἀρχόμενος τοῦ λόγου ὑπεῖπον. λελέξεται δὲ ὅστις ἀνὴρ πρῶτος δικάζοντα δωροδοκεῖν τὸν βασιλέα τοῦτον ἀνέπεισε. [16] Λέων ἦν τις, Κίλιξ μὲν γένος, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακώς. οὗτος Λέων κράτιστος [p. 93] ἐγένετο κολάκων ἁπάντων, καὶ οἷος ταῖς τῶν ἀμαθῶν διανοίαις τὸ δόξαν ὑποβαλέσθαι. [17] πειθὼ γάρ οἵ τινα ξυναιρομένην ἐς τοῦ τυράννου τὴν ἀβελτερίαν ἐπὶ φθόρῳ τῶν ἀνθρώπων εἶχεν. οὗτος ἀνὴρ πρῶτος Ἰουστινιανὸν ἀναπείθει ἀπεμπολεῖν χρημάτων τὰς δίκας. [18] ἐπειδή τε κλέπτειν ὅδε ἀνὴρ τρόπῳ τῷ εἰρημένῳ ἔγνω, οὐκέτι ἀνίει, ἀλλ̓ ὁδῷ προϊὸν τὸ κακὸν τοῦτο ἐπὶ μέγα ἐχώρει, ὅστις τε δίκην λαχεῖν ἄδικον τῶν τινι ἐπιεικῶν ἐν σπουδῇ εἶχεν, εὐθὺς παρὰ τὸν Λέοντα ᾔει, καὶ μοῖραν τῶν ἀντιλεγομένων τινὰ ὁμολογήσας τῷ τε τυράννῳ καὶ αὐτῷ κείσεσθαι, αὐτίκα νενικηκὼς, οὐ δέον, ἀπηλλάσσετο ἐκ τοῦ Παλατίου. [19] καὶ Λέων μὲν χρήματα ἐνθένδε περιβαλέσθαι μεγάλα κομιδῆ ἴσχυσε, χώρας τε πολλῆς κύριος γέγονε, Ῥωμαίοις δὲ τὴν πολιτείαν αἰτιώτατος γέγονεν ἐς γόνυ ἐλθεῖν. [20] ἦν τε οὐδὲν τοῖς ξυμβεβηκόσιν ὀχύρωμα, οὐ νόμος, οὐχ ὅρκος, οὐ γράμματα, οὐ ποινὴ ξυγκειμένη, οὐκ ἄλλο τῶν πάντων οὐδὲν, ὅτι μὴ Λέοντι καὶ βασιλεῖ χρήματα προέσθαι. [21] οὐ μὴν οὐδὲ τοῦτο ἐν τῷ βεβαίῳ τῆς γνώμης τῆς τοῦ Λέοντος ἔμενεν, ἀλλὰ μισθαρνεῖν καὶ πρὸς τῶν ἐναντίων ἠξίου. [22] κλέπτων γὰρ ἀεὶ ἐφ̓ ἑκάτερα τῶν ἐπ̓ αὐτῷ προστεθαρρηκότων ὀλιγωρεῖν τε καὶ ἀπ̓ ἐναντίας ἰέναι οὐδαμῆ αἰσχύνην ὑπώπτευεν εἶναι. [23] οὐδὲν γὰρ αἰσχρὸν, εἰ μόνον τὸ [p. 94] κερδαίνειν προσῇ, ἐδόξαζέν οἱ αὐτῷ ἐπαμφοτερίζοντι ἔσεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar:
OSZAR »